Добавил:
Upload Опубликованный материал нарушает ваши авторские права? Сообщите нам.
Вуз: Предмет: Файл:
Учебник Козаржевского.doc
Скачиваний:
7
Добавлен:
01.04.2025
Размер:
2.9 Mб
Скачать

§153. Уступительные предложения

Уступительные предложения примыкают к условным, поскольку в них используется союз εἰ в сочетании с союзом καί, а также с ἄν и отрицательными частицами, и употребляются те же времена и наклонения, что и в условных периодах. Значение союза в таких предложениях — хотя, несмотря, даже если (бы). В управляющем же предложении может находиться наречие ὅμως однако, все-таки. Союзы εἰ и καί с частицей ἄν могут сливаться в κἄν.

Следующее предложение представляет собой пример на сочетание уступительного предложения футурального вида с управляющим предожением потенциального вида: οὐδ' ἂν (=ἐὰν) πολλαὶ γέφυραι ὦσιν, ἔχοιμεν ἄν, ὅποι φυγόντες ἡμεῖς σωθῶμεν даже если бы было много мостов, нам некуда бежать, чтобы спастись.

Ἀλέξανδρος πρὸς Βαβυλῶνα καὶ Σοῦσα καὶ Περσέπολιν ἐλαύνει

Μετὰ τὴν ἐν Ἀρβήλοις μάχην ὁ Ἀλέξανδρος ἐφιέμενος Βαβυλῶνι τῇ πόλει ἐπιθέσθαι ἐκεῖσε ὡρμᾶτο. Ἡ γὰρ τῶν Περσῶν φυγὴ καὶ ὁ φόβος, ὃν πᾶσιν ἐνέθηκεν, ἐλπίδα αὐτῷ προὔθεσαν τὴν πόλιν ἀμαχεὶ παραδοθήσεσθαι. Καὶ ταύτης τῆς ἐλπίδος οὐκ ἐψεύσθη· οἱ γὰρ ἐνοικοῦντες παρεῖσαν αὐτὸν εἰς τὴν πόλιν καὶ παρέδοσαν αὐτῷ τὴν πόλιν καὶ πάντα τὰ χρήματα, ἃ ἐκεῖ κατετέθη. Ἐκ τούτου δὲ πρὸς Βαβυλωνίους οἰκείως διατεθεὶς πίστιν αὐτοῖς δεδωκέναι λέγεται τὰ ὑπὸ Ξέρξου κατεσκαμμένα ἱερὰ ἐπανορθώσειν. Ἐντεῦθεν δ' ἐπορεύετο ὁ Ἀλέξανδρος εἰς Σοῦσα ἐλπίζων καὶ ταύτην τὴν πόλιν τοὺς ἐνοικούντας ἑαυτῷ παραδώσειν. Πορευομένῳ δ' ἄγγελος ἐπιστολὴν παρέδωκε παρὰ τοῦ τῆς πόλεως προστάτου. Ἐν ταύτῃ δὲ τῇ ἐπιστολῇ ἐγέγραπτο, ὅτι οἱ Σούσιοι τὴν πόλιν παραδιδοῖεν καὶ πάντα τὰ ἐκεῖ κατατεθέντα χρήματα τῷ Ἀλεξάνδρῳ προϊιεῖεν. Ἐπεὶ δ' εἰς τὴν πόλιν ἧκε, παρεδόθη αὐτῷ καὶ πεντήκοντα χίλια ἀργυρίου τάλαντα, ἃ βασιλεὺς πρὸς τὸν πόλεμον ἐν τῇ πόλει κατέθετο. Ἀπὸ τούτου τοῦ ἀργυρίου τρισχίλια τάλαντα τῷ Ἀντιπάτρῳ ἀποδοῦναι λέγεται.

Λέων καὶ ὄνος

Λέων καὶ ὄνος κοινωνίαν πρὸς ἀλλήλους σπεισάμενοι ἐξῆλθον ἐπὶ ἄγραν. Γενομένων δὲ αὐτῶν κατά τι σπήλαιον, ἐν ᾧ ἦσαν αἶγες, ὁ μὲν λέων πρὸ τοῦ στομίου στὰς ἐξερχομένους παρετηρεῖτο, ὁ δὲ εἰσελθὼν ἤλαυνεν αὐτάς, καὶ ὠγκᾶτο ἐκφοβεῖν βουλόμενος. Τοῦ δὲ λέοντος τὰς πλείστας συλλαβόντος ἐξελθὼν ἐκεῖνος ἐπυνθάνετο αὐτοῦ, εἰ γενναίως ἠγωνίσατο καὶ τὰς αἶγας ἐδίωξεν. Ὁ δὲ εἶπεν· «Ἀλλ' εὖ ἴσθι, ὅτι κἀγὼ ἄν σε ἐφοβήθην, εἰ μὴ ᾔδειν ὄνον ὄντα σε».

Οὕτως οἱ παρὰ τοῖς εἰδόσιν ἀλαζονευόμενοι εἰκότως γέλωτα ὀφλισκάνουσιν (Aesop.).

Ἀποφθέγματα

Ἀριστῶντι Διογένει ἐν ἀγορᾷ περιέστασαν πολλοὶ συνεχὲς λέγοντες· «Κύον, κύον». Ὁ δέ· «Ὑμεῖς, — ἔφη, — ἐστὲ κύνες, οἵ με ἀριστῶντα περιεστήκατε».

Ὄμβρου ποτὲ γενομένου Διογένης εἱστήκει κάτομβρος. Τῶν δὲ περιεστώτων ἐλεούντων παρὼν Πλάτων ἔφη· «Ἐὰν αὐτὸν ἐλεῆτε, ἀπόστητε».

Ἀναξαγόρᾳ τις ἔφη τεθνάναι αὐτῷ δύο παῖδας, οὕσπερ εἶχεν· ὁ δὲ μηδὲν διαταραχθεὶς ἔλεγεν· «ᾜδειν θνητοὺς γεγεννηκώς».

Δημοσθένης πρὸς κλέπτην λέγοντα· «Οὐκ ᾔδειν, ὅτι σόν ἐστιν», — «Ὅτι δὲ, — ἔφη, — σὸν οὔκ ἐστιν, ᾔδεισθα».

1. Ἡρακλείτης λέγει ἐκ πυρὸς τὰ πάντα συνεστάναι. 2. Ἀρίων ὑπὸ δελφῖνος κομισθεὶς ἐπὶ γῆν ἐξετέθη. 3. Ἦσαν αἱ Ἰωνικαὶ πόλεις Τισσαφέρνους τὸ ἀρχαῖον ἐκ βασιλέως δεδομέναι, ἀφειστήκεσαν δὲ πρὸς Κῦρον πᾶσαι πλὴν Μιλήτου. 4. Οἱ ἀδικήσαντες δίκην δώσουσιν. Μήποτε ὑφ' ὑμῶν παρεθείη, ἃ ἡμᾶς πράσσειν δεῖ. 5. Κούφως φέρειν δεῖ τὰς παρεστώσας τύχας. 6. Ὁ μηδὲν εἰδὼς οὐδὲν ἐξαμαρτάνει. 7. Λύπην γὰρ εὔνους οἶδεν ἰᾶσθαι λόγος. 8. Οὐκ ᾔδεσαν οἱ Ἕλληνες Κῦρον τεθνεῶτα· ἅμα δὲ ἡλίῳ ἀνέχοντι ἄγγελος ἐλθὼν ἔλεγεν, ὅτι Κῦρος τέθνηκεν. 9. Καλὸν τὸ καιροῦ παντὸς εἰδέναι μέτρον. 10. Καλῶς θανόντες ζῶσιν, οὐ τεθνᾶσί τοι. 11. Οἱ δειλοὶ τὴν ἑαυτῶν σκιὰν δεδίασιν. 12. Σωκράτης ἔλεγε τάδε· «Ωἶδα μηδὲν εἰδώς». 13. Ὁ μὲν τὸ ὅλον εἰδὼς εἰδείη ἂν καὶ τὸ μέρος, οἱ δὲ μόνον μέρος εἰδότες οὐκ ἔτι ἴσασι τὸ ὅλον. 14. Οἱ Λακεδαιμόνιοι ἐβοήθησαν τοῖς Ἀθηναίοις· ἐδεδίεσαν γάρ, μὴ ἐκεῖνοι προδοθέντες ὑπ' αὐτῶν προσθεῖντο Μαρδονίῳ. 15. Εἰ θεοί τι δρῶσιν αἰσχρόν, οὔκ εἰσιν θεοί (Eurip.). 16. Γελᾷ δ' ὁ μῶρος, κἄν τι μὴ γελοῖον ᾖ. 17. Ἴσος ἴσθι πᾶσι, κἂν ὑπερέχῃς τῷ βίῳ. 18. ῞Απαν δεδομένον δῶρον, ἂν καὶ μικρὸν ᾖ, μέγιστόν ἐστι, μετ' εὐνοίας διδόμενον. 19. Εἰ ἀναγκαῖον εἴη ἀδικεῖν ἢ ἀδικεῖσθαι, ἑλοίμην ἂν μᾶλλον ἀδικεῖσθαι ἢ ἀδικεῖν. 20. Σωκράτης οὐκ ἂν προέλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν. 21. Οὐκ ἂν ἐποίησε ταῦτα, εἰ μὴ ἐγὼ αὐτὸν ἐκέλευσα.

Упражнения. Определить части речи и их формы: ἵστασαν, ἱστᾶσαν; ἔστησαν (2), ἱστᾶσιν, ἑστῶσιν, ἱστῶσιν; ἑστάναι, ἱστάναι, εἴσεται, ἔσται; εἴδω, εἶδον, εἶδος; ἴστε, ἵστη (2); ἔστε, ἐστέ, ἴσθι (2); ᾖσαν, ἦσαν; ᾔδη, ἤδη.