Добавил:
Upload Опубликованный материал нарушает ваши авторские права? Сообщите нам.
Вуз: Предмет: Файл:
Учебник Козаржевского.doc
Скачиваний:
7
Добавлен:
01.04.2025
Размер:
2.9 Mб
Скачать

§138. Предложения обстоятельства места

Наречиями, вводящими предложения обстоятельства места, являются: οὗ,  ὅπου,  ἔνθα,  ᾗ,  ὅπῃ,  ἵνα  где; οἷ,  ὅποι,  ᾗ,  ὅπῃ,  ἔνθα  куда; ὅθεν, ὁπόθεν, ἔνθεν откуда.

Многие из этих наречий могут усиливаться постпозитивной частицей περ, например: οὗπερ где именно. В управляющем предложении этим относительным наречиям соответствуют (или таковые подразумеваются) указательные наречия. Индикатив служит для констатации факта, конъюнктив с ἄν (или оптатив) — для выражения обобщения, будущего или повторяющегося действия: ὅπου ἄν τις ἑαυτὸν τάξῃ, ἐνταῦθα δεῖ μένοντα κινδυνεύειν где кто встал, там и следует оставаться и подвергаться опасности.

Περὶ Κάδμου

Κάδμος ὁ Ἀγήνορος διέφθειρε τὸν δράκοντα μέγαν, τοὺς δ' ὀδόντας Ἀθηνᾶς παραγγειλάσης ἔσπειρεν. Τῶν δ' ὀδόντων σπαρέντων ἀνεφάνησαν ἐκ γῆς ἄνδρες ὡπλισμένοι, οἳ ἀπὸ τοῦ σπαρῆναι Σπαρτοὶ ὠνομάσθησαν· οὗτοι δ' ἀπέκτεινον ἀλλήλους μαχόμενοι. Ὁ γὰρ Κάδμος Ἀθηνᾶς ἐπιτειλάσης λίθον ἐπὶ τοὺς ἄνδρας ἀναφανέντας ἔῤῥιψεν· μαχόμενοι οὖν ἀλλήλοις πολλοὺς ἀπέκτειναν, τέλος δὲ τῆς μάχης ἐπαύσαντο. Οἱ δὲ πέντε σωθέντες ματὰ Κάδμου Καδμείαν, τὴν Θηβῶν ἀκρόπολιν, ἔκτισαν.

Περὶ ἐλεφάντων

Ὑπὸ τῇ τοῦ ῎Ατλαντος ῥίζῃ νομαί τέ εἰσι θαυμασταὶ καὶ ὗλαι βαθύταται ἔτι καὶ πηγαὶ καθαροῦ ὕδατος. Ἐνταῦθα οὖν, λέγουσιν, τοὺς γεραιτάτους τῶν ἐλεφάντων ἀφικνεῖσθαι. ῎Αγει δὲ αὐτοὺς ἡ φύσις, ὥσπερ λιμένα ἀποφήνασα, ὅπου τοῦ βίου τὸ λοιπὸν διάξουσιν. Νομίζονται δὲ ἱεροί. Ἐπεὶ δέ ποτε τῶν βασιλέων τις τῶν ἐπιχωρίων διὰ τὸ κάλλος τῶν ὀδόντων ἀποκτεῖναί τινας αὐτῶν ἐβούλετο, τριακοσίους ἄνδρας ἀπέστειλε ἀποκτενοῦντας ἐκείνην τὴν ἱερὰν ἀγέλην. Καὶ οὗτοι μέν, διανύσαντες τὴν ὁδόν, ἐπλησίαζον ἤδη ἐκείνῳ τῷ χωρίῳ· ἄφνω δὲ λοιμὸς διέφθειρε πάντας αὐτοὺς πλὴν ἑνός. Οὗτος ὑποστρέψας ἤγγειλε τὸ πάθος τῷ ἀποστείλαντι. (Aelian.)

1. Ὅδε ἐστὶν ὁ τῶν Ἀθηναίων ἐφήβων ὅρκος· «Οὐ καταισχυνῶ ὅπλα τὰ ἱερά, τοῖς δὲ θεσμοῖς τοῖς ἱδρυμένοις πείσομαι· καὶ ἄν (= ἐάν) τις ἀναιρῇ τοὺς θεσμοὺς ἢ μὴ πείθηται, οὐκ ἐπιτρέψω, ἀμυνῶ δὲ καὶ μόνος καὶ μετὰ πάντων». 2. Τισσαφέρνης συλλαμβάνει Κῦρον, ὡς ἀποκτενῶν. 3. Ζεὺς καὶ Δίκη τοὺς κακοὺς κακῶς φθείρειαν. 4. Ξενοφῶν τάδε ἔλεξεν· «Ὅτῳ (= ᾧτινι) ταῦτα δοκεῖ, ἀράτω τὴν χεῖρα». Ἀνέτειναν δὲ πάντες. 5. Ἀλέξανδρος ἔπεμψε πρὸς τὴν μητέρα καὶ τὴν γυναῖκα Δαρείου Λεόννατον ἐντειλάμενος φράσαι, ὅτι ζῇ ὁ Δαρεῖος. 6. Χαλεπόν ἐστι διακρῖναι τὸν κόλακα καὶ τὸν ἀληθῆ φίλον. 7. Ξενοφῶν τοῖς στρατιώταις μεῖναι ἐπὶ τῷ ποταμῷ παρήγγειλεν. 8. Τὴν Κύρου περὶ βασιλείας μάχην πολλοὶ μὲν ἀπηγγέλκασιν, Ξενοφῶν δὲ ἐναργέστατα συγγέγραφεν. 9. Σωκράτην θανάτου οἱ Ἀθηναῖοι κεκρίκασιν. 10. Τὸ Κύρου σημεῖον ἦν ἀετὸς χρυσοῦς ἐπὶ δόρατος μακροῦ ἀνατεταμένος. 11. Λέγουσιν Ὀρέστην ἐν Ἀρείῳ πάγῳ κριθῆναι ἐπὶ τῷ φόνῳ τῆς μητρός. 12. Ὁ μὴ δαρεὶς ἄνθρωπος οὐ παιδεύεται. 13. Ὁ τῆς σοφίας καρπὸς οὔποτε φθαρήσεται. 14. Πάντα τὰ τῶν ἀνθρώπων χρήματα φθαρτά, ἡ δ' ἀρετὴ ἀθάνατος. 15. Ἡρακλεῖ θαυμαστὴ τοῦ σώματος ῥώμη ἦν. 16. Θεραπευτέοι εἰσὶν οἱ γέροντες. 17. Εἰ βούλει γῆν σοι καρποὺς ἀφθόνους φέρειν, τὴν γῆν θεραπευτέον. 18. Μαχόμενοι οἱ πολέμιοι καὶ ὅπῃ εἴη στενὸν χωρίον προκαταλαμβάνοντες ἐκώλυον τὰς παρόδους. 19. Πατρὶς γάρ ἐστι πᾶσα, ἵν' ἂν πράττῃ τις εὖ (Aristoph.).

Упражнения. Образовать главные формы и отглагольные прилагательные от глаголов καθαίρω, κλίνω. Проспрягать в аористе и будущем времени действительного и медиального залогов глагол ἀγγέλλω.