Добавил:
Upload Опубликованный материал нарушает ваши авторские права? Сообщите нам.
Вуз: Предмет: Файл:
Учебник Козаржевского.doc
Скачиваний:
7
Добавлен:
01.04.2025
Размер:
2.9 Mб
Скачать

§131. Futurum III

Так называемое будущее III образуется в активном залоге соединением перфектного причастия с формами будущего времени вспомогательного глагола εἰμί, в медиопассивном залоге — прибавлением футурального суффикса σ, соединительных гласных и окончаний к основе перфекта:

  Indicativus Optativus Infinitivus Participium

Activum λελυκώς, υῖα, ός ἔσομαι λελυκώς, υῖα, ός ἐσοίμην λελυκώς, υῖα, ός ἐσεσθαι λελυκώς, υῖα, ός ἐσόμενος

Medium-passivum λε-λύ-σ-ο-μαι λε-λυ-σ-οί-μην λε-λύ-σ-ε-σθαι λε-λυ-σ-ό-μενος

Futurum III обозначает будущее действие (состояние) как результат другого будущего действия: φράζε, καὶ πεπράξεται скажи, и будет исполнено.

Περὶ Παρθενῶνος

Ὁ Παρθενὼν ἐπὶ τῆς ἀκροπόλεως ὑπὸ τῶν Ἀθηναίων ἵδρυται. Τὸ δὲ τῆς Ἀθηνᾶς ἄγαλμα τὸ ἐν τῷ Παρθενῶνι ἔκ τε ἐλέφαντος καὶ χρυσοῦ ἐπεποίητο. Καὶ τῷ ἀγάλματι ἀντὶ τοῦ θώρακος ἡ κεφαλὴ Μεδούσης ἦν πεποιημένη. Ἡ δὲ θεὰ εἶχεν ἐν τῇ μὲν δεξιᾷ χειρὶ Νίκην, ἐν δὲ τῇ ἀριστερᾷ δόρυ.

Περὶ Διονυσίου τοῦ τυράννου

Μεγάλη ἦν ἡ Διονυσίου δύναμις· ἐκέκτητο γὰρ ναῦς μὲν πολλὰς, πεζῶν δὲ καὶ μεγάλην δύναμιν ἐμεμίσθωτο. Ἡ δὲ τῶν Συρακοσίων πόλις λιμέσιν ἐκεκόσμητο μεγίστοις καὶ τείχει ὑψηλοτάτῳ περιῳκοδόμητο. Ἡ δὲ σκευοθήκη ἐπεπλήρωτο ἀσπίδων καὶ μαχαιρῶν καὶ ἀκοντίων καὶ κνημίδων καὶ θωράκων. Αὐτοῦ δὲ τετελευτηκότος Διονύσιος ὁ δεύτερος τὴν ἀρχὴν διεδέξατο. Οὗτος ἀσφαλῆ ᾤετο τὴν ἀρχὴν κεκτῆσθαι· ἀλλ' οὐ πολλῷ ὕστερον ἡ ἀρχὴ αὐτοῦ κατελέλυτο.

Περὶ τῶν νομισμάτων

Οἱ παλαιοὶ νομίσματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ χαλκᾶ κεκόφασιν, ὧν πολλὰ ἔτι καὶ νῦν σέσωσται. Τῶν μὲν Περσῶν Δαρεῖος πρῶτος στατῆρας χρυσοῦς ἔκοψε, τοὺς δαρεικοὺς ὠνομασμένους. Τοῖς μὲν ὑπὸ Δαρείου κεκομμένοις στατῆρσιν ἐγγεγραμμένη ἦν τοξότου εἰκών, ἐν δὲ τοῖς Κροίσου ἐκέκοπτο ἢ τοῦ βασιλέως εἰκών, ἐπὶ τῆς κεφαλῆς στέφανον, τῇ μὲν ἑτέρᾳ χειρὶ τόξον, τῇ δ' ἑτέρᾳ δόρυ ἔχοντος. Τῶν δ' Ἑλλήνων Φείδων, ὃς τῶν Ἀργείων κατὰ τὴν εἰκοστὴν καὶ ὀγδοὴν ὀλυμπίαδα ἐτυράννευσε, νομίσματα κεκοφέναι λέγεται, ὕστερον δ' οἱ Αἰγινῆται νομίσματα χρυσᾶ ἐκόψαντο. Οἱ δ' Ἀθηναῖοι στατῆρας χρυσοῦς εἴκοσι δραχμῶν ἀργυρῶν ἀξίους, ἐκεκόφεσαν· οἱ δ' ὀβολοὶ ἐκ χαλκοῦ ἐκόπτοντο· μάλιστα δ' ἐχρῶντο τετραδραχμοῖς ἀργυρίοις, ταῖς γλαυξὶν ὠνομασμέναις· ἐνεγέγραπτο γὰρ αὐτοῖς γλαυκὸς εἰκών.

1. Ἔστε ἄνδρες ἄξιοι τῆς ἐλευθερίας, ἧς κέκτησθε. 2. Τοῖς θεοῖς ὑπὸ τῶν Ἀθηναίων πολλοὶ νεῲ ἵδρυνται. 3. Ὡμολόγηται παρὰ πάντων ἐν τοῖς ποιηταῖς πλέον τὴν φύσιν ἢ τὴν τέχνην ἰσχύειν. 4. Οἱ Πέρσαι ἐπεπαίδευντο πρὸς λιμὸν καρτετεῖν. 5. Λέγουσι Ῥόδον τὴν νῆσον τὸ παλαιὸν κεκρύφθαι ὑπὸ τῆς θαλάττης. 6. Κατελέλειπτο ὑπὸ τῶν πολεμίων πολλὰ μὲν πρόβατα, πολλοὶ δὲ βόες, πολλαὶ δὲ ἅμαξαι πολλῶν ἀγαθῶν μεσταί. 7. Εὐριπίδης ἐν Μακεδονίᾳ τέθαπται. 8. Τοῦτο εἰς ὕδωρ γέγραπται. 9. Ἀντισθένης ὁ φιλόσοφος ἐπαινούμενός ποτε ὑπὸ πονηρῶν· «Φοβοῦμαι, — ἔφη, — μὴ κακόν τι ὑπ' ἐμοῦ πεπραγμένον ᾖ». 10. Οἱ Ἕλληνες ἐβάδιζον εἰς μάχην τεταγμένοι ἐπὶ τεττάρων καὶ ἔφερον τὰς ἀσπίδας ἐκκεκαλυμμένας. 11. Οὐδὲν κακὸν ἐμοὶ (= ὑπ' ἐμοῦ) διαπεπράξεται. 12. Πολὺ διαφέρει στράτευμα τεταγμένον ἀτάκτου. 13. Κῦρος λέγει πρὸς τοὺς στρατιώτας στασιάζοντας· «Εἴ τινα ἀλλήλοις μάχην συνάψετε, νομίζετε ἐν τῇδε τῇ ἡμέρᾳ ἐμέ τε κατακεκόψεσθαι καὶ ὑμάς οὐ πολὺ ἐμοῦ ὕστερον». 14. Οἱ ἐν Ἀσίᾳ ἐνοικοῦντες εἰθισμένοι εἰσὶ τὸν Περσῶν βασιλέα μέγαν προσαγορεύειν. 15. Λάκων τις ἐρωτώμενος, διὰ τί ἡ Σπάρτη οὐ τετείχισται· «Οἱ ἄνδρες, — ἔφη, — εἰσὶ Σπάρτης τείχη». 16. Βοηθὸς ἴσθι τοῖς καλῶς εἰργασμένοις. 17. Πάντα γεγράψεται ἐν τῇ μνήμῃ τοῦ λεώ, ὅσ' οἱ ὑπερήφανοι ὑβρισταὶ τοὺς πένητας ἠδίκουν. 18. Πολιτεία εὖ κεκοσμήσεται, ἐὰν ἐπιστήμων ἄρχων αὐτὴν πολιτεύῃ.

Упражнения. Проспрягать в медиопассивном перфекте и плюсквамперфекте глаголы: παιδεύω, κόπτω, φυλάττω, πείθω, образовать от этих глаголов форму 1-го л. ед. ч. индикатива будущего III всех залогов.