Добавил:
Upload Опубликованный материал нарушает ваши авторские права? Сообщите нам.
Вуз: Предмет: Файл:
Учебник Козаржевского.doc
Скачиваний:
7
Добавлен:
01.04.2025
Размер:
2.9 Mб
Скачать

§129. Значение перфекта и плюсквамперфекта

Перфект обозначает совершившееся действие, результат которого продолжается как состояние в настоящее время; поэтому перфект считается главным временем и часто может по смыслу переводиться на русский язык настоящим временем: πέφευγα κίνδυνον я избежал опасности = я (теперь) нахожусь вне опасности.

Плюсквамперфект обозначает совершившееся ранее действие, результат которого продолжался как состояние в прошлом, и считается историческим временем: ἐπεφεύγειν κίνδυνον я (уже ранее) избежал опасности = я (уже) находился вне опасности.

Δημοσθένους λόγος ἐπιτάφιος μετὰ τὴν ἐν Χερονείᾳ μάχην

Ὁ νόμος κελεύει, ὦ ἄνδρες πολῖται, τοὺς ὑπὲρ τῆς πατρίδος τετελευτηκότας δημοσίᾳ θάπτειν. Τί γὰρ μᾶλλον πρέπει ἡμεῖς ἢ τοὺς τὴν πατρίδα εὖ πεποιηκότας ἐν τιμαῖς ἔχειν; Διὰ τοῦτο οἱ ἡμέτεροι προπάτορες τοὺς Μαραθωνομάχους ἰδίοις τάφοισιν καὶ μνήμασι τετιμήκασιν, ἔτι καὶ νῦν οἱ Πλαταιεῖς ἐκείνοις τοῖς ἀγαθοῖς ἀνδρᾶσι, οἳ τὴν Ἑλλάδα τῆς τῶν βαρβάρων δουλείας ἠλευθηρώκασι, κατ' ἐνιαυτὸν τιμὴν ἀπονέμουσιν. Ἐγὼ ὑμῖν, ὦ ἄνδρες πολῖται, συμβεβούλευκα μετὰ τῶν Θηβαίων ὑπὲρ τῆς πατρίδος ἀντιστρατεύεσθαι Φιλίππῳ. Οἱ γὰρ Σπαρτιᾶται καὶ οἱ ἄλλοι Ἕλληνες οὐ βεβοηθήκασιν ὑπὲρ τῆς ἐλευθερίας, μακαρίζομεν, ἱδρύοντες μνήματα ἄξια τῆς ἀνδρείας αὐτῶν. Νῦν μὲν παύσατε (§158) δακρύοντες, χάριν δὲ ἔχετε τούτοις τοῖς τετελευτηκόσιν εἰς ἀεί.

Ἀπόφθεγμα

Διογένης, ὁ εὐτελὴς καὶ αὐτάρκης φιλόσοφος, ἐπεὶ ποτ' ἐθεάσατο, ὅτι παῖς ταῖς χερσὶν ἔπινεν, τὴν κοτύλην ἐκρίπτει τῆς πήρας καὶ λέγει· «Παιδὸς εὐτέλεια νενίκηκέ με».

Λόγος Λυσίου ῥήτορος ὑπὲρ Σωκράτους

Ἀκηκόατε μέν, ὦ ἄνδρες δικασταί, τῶν κατηγόρων λεγόντων, ὅτι Σωκράτης τοὺς μὲν τῆς πόλεως θεοὺς οὐνομίζει, ἑτέρους δὲ δαίμονας εἰσάγει, καὶ ὅτι τοὺς νεανίας διαφθείρει. Τίς δὲ ταῦτα ἀληθεύειν τοὺς κατηγόρους πιστεύσαι ἄν; Σωκράτης γὰρ πέφυκεν ἐκ νέου πρωτεύειν πάντων πάσαις ταῖς ἀρεταῖς· τοῖς μὲν γὰρ πατρίοις θεοῖς τέθυκε καὶ τοὺς δαίμονας τεθεράπευκεν ἄμεινον ἡμῶν αὐτῶν. Κεκινδύνευκε δὲ καὶ ὑπὲρ τῆς πόλεως στρατευόμενος. Ἠρίστευκε δὲ καὶ ἀνδρείᾳ σῴσας τῇ ἐν Ποτιδαίᾳ μάχῃ Ἀλκιβιάδην ἐν μεγίστῳ κινδύνῳ ὄντα.

Ὅτι δὲ τοὺς νεανίας καλῶς πεπαίδευκε, πᾶσι φανερόν· ἐμπεποίηκε γὰρ αὐτοῖς τὸ πείθεσθαι τοῖς τῆς πόλεως νόμοις καὶ τὸ θεραπεύειν τὰς ἀρετὰς καὶ τὰ περὶ τοὺς θεοὺς νομιζόμενα καὶ συμβεβούλευκε τὰ ἄριστα.

1. Ἡρόδοτος ἀπομνημονεύει τοὺς Πέρσας πεφονευκέναι τοὺς γέροντας τῶν Ἀθηναίων τοὺς ἐν τῇ ἀκροπόλει. 2. Νέος πεφυκὼς πολλὰ χρηστὰ μάνθανε. 3. Λιμὴν πέφυκε πᾶσι παιδεία βροτοῖς. 4. Ξέρξης συλλέξας τὴν μεγάλην στρατιὰν ὡρμᾶτο ἐπὶ τὴν Ἑλλάδα ὡς τιμωρησόμενος τοὺς Ἀθηναίους, οἳ τοῖς ἐν τῇ Ἀσίᾳ Ἴωσιν ἐβεβοηθήκεσαν. 5. Οἱ ἐν Ὀλυμπίᾳ νενικηκότες ὑπὸ πάντων τῶν Ἑλλήνων μάλα ἐτιμῶντο. 6. Οἱ Ἀθηναῖοι πρῶτοι ὡς θεὸν τετιμήκασιν Ἡρακλέα. 7. Οἱ συγγραφεῖς πολλὰ περὶ Διονυσίου τοῦ πρεσβυτέρου δεδηλώκασιν. 8. Δαίδαλος τὸν ἐν τῇ Κρήτῃ Λαβύρινθον κατεσκευάκει. 9. Σωκράτην θανάτου οἱ Ἀθηναῖοι κεκρίκασιν. 10. Αἶξ τὸν Δία ἐν Κρήτῃ τετροφέναι λέγεται. 11. Κροῖσος εἰς Λακεδαίμονα πρέσβεις πέπομφεν. 12. Τυρταῖος ὁ ποιητής, ὅν οἱ Ἀθηναῖοι τοῖς Λακεδαιμονίοις ἐπεπόμφεσαν ἡγεμόνα, διὰ τῆς τῶν ποιημάτων δυνάμεως τῇ Σπάρτῃ αἴτιος ἦν τῆς νίκης. 13. Πεισίστρατος Σόλωνα ἐτετιμήκει καὶ τοὺς πλείστους νόμους αὐτοῦ ἐπεφυλάχει. 14. Βοηθεῖτε τῷ κακῶς πεπραγότι. 15. Οἱ τὴν ἀσπίδα ἐν τῇ μάχῃ ἐῤῥιφότες ἄτιμοι ἦσαν. 16. ῞Α μοι προσετετάχεις, πάντα διαπέπραχα. 17. Ἀρχῆς τετευχὼς ἴσθι ταύτης ἄξιος. 18. Ὁ ἡγεμὼν ἦχε τοὺς στρατιώτας εἰς νίκην. 19. Ὁ ἀρουραῖος μῦς ἔλεξε πρὸς τὸν μῦν ἀστικόν· «Ἀκήκοά σου τὸν ἀστικὸν βίον ἥδιστον ὄντα».

Упражнения. Проспрягать во всех формах активного перфекта глагол παιδεύω. Просклонять перфектное причастие глагола λύω. Образовать форму 1-го л. един. числа perf. ind. act. от глаголов βουλεύω, τιμάω, ποιέω, φιλέω, στεφανόω, ζηλόω, κόπτω, ῥίπτω, τρέπω, στέργω, πλήττω, τάττω, γυμνάζω, ἀνύτω.